TLG 2255 003 :: GORGIAS :: Fragmenta GORGIAS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 410. Frr. 1–2 Citation: Fragment — (line) | ||
t1a-2 | ΠΕΡΙ ΕΤΑΙΡΩΝ. | |
1a | Athenaeus XIII: Αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν, περὶ ὧν ἐπεξελεύσομαι ὅσον γε δύναμαι, ὅσον ὄχλον εὐανδροῦσα πόλις οὐκ ἔσχεν. Ἀνέγραψε γοῦν Ἀριστοφάνης | |
5 | μὲν ὁ Βυζάντιος ἑκατὸν καὶ τριάκοντα πέντε, Ἀπολλόδωρος δὲ τούτων πλείους, ὁ Γοργίας δὲ πλέονας, παραλειφθῆναι φάσκοντες ὑπὸ τοῦ Ἀριστο‐ φάνους μετὰ ἑταιρῶν πλειόνων καὶ τάσδε· τὴν Πά‐ ροινον ἐπικληθεῖσαν, καὶ Λαμπυρίδα, καὶ Εὐφροσύνην· | |
---|---|---|
10 | αὕτη δὲ ἦν γναφέως θυγάτηρ. Ἄγραφοι δ’ εἰσὶν αὐτῷ Μεγίστη, Ἀγαλλὶς, Θαυμάριον, Θεόκλεια· αὕτη δ’ ἐπεκαλεῖτο Κορώνη· Ληναιτόκυστος, Ἄστρα, Γνά‐ θαινα, καὶ ταύτης θυγατριδῆ Γναθαίνιον· καὶ Σιγὴ, καὶ Συνωρὶς ἡ Λύχνος ἐπικαλουμένη, καὶ Εὔκλεια, | |
15 | καὶ Γρυμαία, καὶ Θρυαλλὶς, ἔτι Χίμαιρα καὶ Λαμπάς. | |
1b | Athenaeus XIII: Σὺ δὲ, ὦ σοφιστὰ, ἐν τοῖς καπηλείοις συν‐ αναφύρῃ, οὐ μεθ’ ἑταίρων, ἀλλὰ μετὰ ἑταιρῶν, μα‐ στροπευούσας περὶ σαυτὸν οὐκ ὀλίγας ἔχων, καὶ περι‐ | |
5 | φέρων ἀεὶ τοιαυτὶ βιβλία Ἀριστοφάνους καὶ Ἀπολλοδώρου καὶ Ἀμμωνίου καὶ Ἀντιφάνους, ἔτι δὲ Γοργίου τοῦ Ἀθηναίου, πάντων τούτων συγ‐ γεγραφότων περὶ τῶν Ἀθήνησιν ἑταιρίδων. | |
2 | Idem XIII: Στρατοκλῆς δ’ ὁ ῥήτωρ ἐρωμένην εἶχε τὴν ἐπικληθεῖσαν Λήμην ἑταίραν, τὴν καλουμένην Παρόραμα διὰ τὸ καὶ | |
5 | δύο δραχμῶν φοιτᾶν πρὸς τὸν βουλόμενον, ὥς φησι | |
Γοργίας ἐν τῷ Περὶ ἑταιρῶν. | 410 |